1.10.14

Αποφθέγματα της Παλαιάς Διαθήκης στην Καινή Διαθήκη

Στο Γνωμικολογικόν περιλαμβάνοντα αρκετοί αφορισμοί από την Παλαιά Διαθήκη, από την οποία χρησιμοποιούμε πολλά αποσπάσματα σαν αποφθέγματα (π.χ. «ουκ επ᾿ άρτω μόνω ζήσεται άνθρωπος») ή απλά σαν παροιμιακές φράσεις («επί ξύλου κρεμάμενος»).

Εκείνο που ίσως δεν είναι γνωστό (και σαν ιστοσελίδα γνωμικών οφείλουμε να το επισημάνουμε) είναι ότι πολλά εδάφια της Παλαιάς Διαθήκης χρησιμοποιούνται στα Ευαγγέλια και σε άλλα βιβλία της Καινής Διαθήκης (Επιστολές Απ. Παύλου, Πράξεις Αποστόλων, Αποκάλυψη κλπ.)

Οι φράσεις αυτές εμφανίζονται είτε αυτούσιες είτε παραφρασμένες. Κάποιες φορές τα εδάφια είναι μακροσκελή (ιδιαίτερα στις Πράξεις Αποστόλων). Μερικές φορές τα κείμενα της Καινής Διαθήκης δανείζονται μικρές χαρακτηριστικές φράσεις, όπως «υποπόδιον ποδών» ή «βδέλυγμα ερημώσεως».

Συνήθως δεν γίνεται αναφορά στην πηγή. Π.χ. όταν στο κατά Λουκάν γράφει ο Ευαγγελιστής «Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου» δεν κάνει μνεία στην παρόμοια φράση από το Λευιτικόν. Άλλες φορές, πριν από τέτοιες παραθέσεις προηγούνται φράσεις όπως «κατά τας Γραφάς» ή «ως γέγραπται» κ.ά. Σε σχετικά λίγες περιπτώσεις γίνεται συγκεκριμένη αναφορά στην πηγή με φράσεις του τύπου «ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου...».

Τα εδάφια της Παλαιάς Διαθήκης που συναντούμε στα Ευαγγέλια παρατίθενται στον παρακάτω πίνακα:
Πηγή Παλαιάς Διαθήκης Εδάφιο Παλαιάς Διαθήκης Εδάφιο Ευαγγελίου
Δευτερονόμιο Η' 3 ...ὅτι οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ρήματι τῷ ἐκπορευομένῳ διὰ στόματος Θεοῦ ζήσεται ὁ ἄνθρωπος. Ματθ 4:4
Λουκ 4:4
Δευτερονόμιο Στ' 16 οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου, ὃν τρόπον ἐξεπειράσατε ἐν τῷ Πειρασμῷ Λουκ 4:7
Δευτερονόμιο Στ' 16 Κύριον τὸν Θεόν σου φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ Ματθ 4:10
Λουκ 4:8
Δευτερονόμιο ΙΘ' 15 ...ἐπὶ στόματος δύο μαρτύρων καὶ ἐπὶ στόματος τριῶν μαρτύρων στήσεται πᾶν ρῆμα. Ματθ 18:16
Κορνθ(2) 13:1
Δευτερονόμιο ΣT'16 (και Ι'12, Λ'6) καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου. Ματθ 22:37
Μαρκ 12:30
Λουκ 10:27
Δευτερονόμιο ΣT' 4 Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι Μαρκ 12:29
Ησαΐας Μ' 3 ...φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ματθ 3:3
Μαρκ 1:3
Λουκ 3-4
Ιωαν 1:23
Ησαΐας Θ' 1,2 χώρα Ζαβουλών, ἡ γῆ Νεφθαλὶμ ὁδὸν θαλάσσης καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, τὰ μέρη τῆς Ἰουδαίας. ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ᾿ ὑμᾶς. Ματθ 4:15,16
Ησαΐας ΝΓ' 4 οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται Ματθ 8-17 *
Ησαΐας ΜΒ' 2,3,4 ...ἔδωκα τὸ πνεῦμά μου ἐπ᾿ αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον τεθλασμένον οὐ συντρίψει καὶ λίνον καπνιζόμενον οὐ σβέσει, Ματθ 12:18-21 *
Ησαΐας Β' 9,10 ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς. Ματθ 13:14,15
Μαρκ 4:12
Λουκ 8:10
Ιωαν 12:40
Πραξ 28:26,27
Ησαΐας Ζ' 14 ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ Ματθ 1:23
Ησαΐας ΚΘ' 13 Καὶ εἶπε Κύριος· ἐγγίζει μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτοῦ καὶ ἐν τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας. Ματθ 15:8,9
Μαρκ 7:6,7
Ησαΐας ΝΣΤ' 7 τὰ ὁλοκαυτώματα αὐτῶν, καὶ αἱ θυσίαι αὐτῶν ἔσονται δεκταὶ ἐπὶ τοῦ θυσιαστηρίου μου· ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν Ματθ 21:13
Μαρκ 11:17
Ησαΐας ΞΣΤ' 24 ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. Μαρκ 9-44
Ησαΐας ΝΓ' 12 ...καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη Μαρκ 15:28
Λουκ 22:37
Ησαΐας ΞΑ' 1 Πνεύμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν Λουκ 4:18
Ησαΐας ΝΓ' 1 Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ιωαν 12:38 *
Ρωμ 10-16 *
Μιχαίας Ε' 2 Και σύ, Βηθλεέμ, οἶκος τοῦ Ἐφραθά, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ᾿ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Ματθ 2:6
Μιχαίας 7:6 διότι υἱὸς ἀτιμάζει πατέρα, θυγάτηρ ἐπαναστήσεται ἐπὶ τὴν μητέρα αὐτῆς, νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς, ἐχθροὶ πάντες ἀνδρὸς οἱ ἐν τῷ οἴκῳ αὐτοῦ. Ματθ 10:35,36
Ωσηέ ΙΑ' 1 ...ὅτι νήπιος Ἰσραήλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ Ματθ 2:15
Ωσηέ ΣΤ' 6 διότι ἔλεος θέλω καὶ οὐ θυσίαν καὶ ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα. Ματθ 9:13
Ωσηέ Ι' 8 ... καὶ ἐροῦσι τοῖς ὄρεσι· καλύψατε ἡμᾶς, καὶ τοῖς βουνοῖς· πέσατε ἐφ᾿ ἡμᾶς Λουκ 23:30
Ιερεμίας ΛΗ' 15 φωνὴ ἐν Ραμᾷ ἠκούσθη θρήνου καὶ κλαυθμοῦ καὶ ὀδυρμοῦ· Ραχὴλ ἀποκλαιομένη οὐκ ἤθελε παύσασθαι ἐπὶ τοῖς υἱοῖς αὐτῆς, ὅτι οὐκ εἰσίν Ματθ 2:18
Ψαλμοί Δαυίδ ϟ' 10,11 ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου· ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου· Ματθ 4:6
Λουκ 4:10,11
Ψαλμοί Δαυίδ ΟΖ' 2 ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ᾿ ἀρχῆς. Ματθ 13:35
Ψαλμοί Δαυίδ ΡΙΖ' 26 εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου Ματθ 21:9
Λουκ 13:35
Λουκ 19:38
Ιωαν 12:13
Ψαλμοί Δαυίδ Η' 3 ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον Ματθ 21:16
Ψαλμοί Δαυίδ ΡΙΖ' 22,23 λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Ματθ 21:42
Μαρκ 12:10
Λουκ 20:17
Πραξ 4:11
Πετρ (1) 2:7
Ψαλμοί Δαυίδ ΡΘ' 1 Είπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ματθ 22:24
Μαρκ 12:36
Λουκ 20:42
Πραξ 2:34
Εβρ 1:13
Ψαλμοί Δαυίδ ΚΑ' 19 διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Ματθ 27:35
Ιωαν 19:24
Ψαλμοί Δαυίδ Λ' 6 εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου Λουκ 23:46
Ψαλμοί Δαυίδ ΞΗ' 10 ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾿ ἐμέ. Ιωαν 2:17
Ρωμ 15:3
Ψαλμοί Δαυίδ ΠΑ' 6 θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες Ιωάν 10:34
Ψαλμοί Δαυίδ Μ' 9 ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ᾿ ἐμὲ πτερνισμόν. Ιωαν 13:18
Ψαλμοί Δαυίδ ΛΓ' 21 φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. Ιωαν 19:36
Έξοδος Κ' 12 τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου Ματθ 15:4
Μαρκ 7:10
Εφεσ 6:2
Έξοδος ΚΑ' 16 ὁ κακολογῶν πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ τελευτήσει θανάτῳ. Ματθ 15:4
Μαρκ 7:10
Έξοδος Γ' 6 καὶ εἶπεν· ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, Θεὸς Ἁβραὰμ καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακώβ Ματθ 22:32
Μαρκ 12:26
Πραξ 7:32
Μαλαχίας Γ' 1 Ιδού ἐγὼ ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου Ματθ 11:10
Μαρκ 1:2
Λουκ 7:27
Γένεσις Β' 24 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν Ματθ 19:5
Μαρκ 10:7
Εφεσ 5:31
Ζαχαρίας Θ' 9 Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεὺς σου ἔρχεταί σοι, δίκαιος καὶ σῴζων αὐτός, πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον Ματθ 21:5
Ιωαν 12:15
Λευϊτικόν ΙΘ' 18 καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν Ματθ 22:39
Μαρκ 12:31
Ρωμ 13:9
Γαλατ 5:14
Λευϊτικόν ΙΒ' 8 ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτῆς τὸ ἱκανὸν εἰς ἀμνόν, καὶ λήψεται δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν, μίαν εἰς ὁλοκαύτωμα καὶ μίαν περὶ ἁμαρτίας, καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεύς, καὶ καθαρισθήσεται. Λουκ 2:24
Ιώβ ΙΣΤ' 19 καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις Μαρκ 11:10
Δανιήλ Θ' 27 καὶ ἐν τῷ τέλει τῆς ἑβδομάδος ἀρθήσεται ἡ θυσία καὶ ἡ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων ἔσται ἕως συντελείας, καὶ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. Ματθ 24:15
Δανιήλ ΙΑ' 31 καὶ βραχίονες παρ’ αὐτοῦ στήσονται καὶ μιανοῦσι τὸ ἅγιον τοῦ φόβου καὶ ἀποστήσουσι τὴν θυσίαν καὶ δώσουσι βδέλυγμα ἐρημώσεως Μαρκ 13:14
Δανιήλ Ζ' 13 ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἤρχετο, καὶ ὡς παλαιὸς ἡμερῶν παρῆν, καὶ οἱ παρεστηκότες παρῆσαν αὐτῷ Ματθ 24:30
Μαρκ 13:26
Λουκ 21:27
Δανιήλ Γ' 6 καὶ πᾶς, ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, ἐμβαλοῦσιν αὐτὸν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην Ματθ 13:42,50


Αναφορές σε άλλα βιβλία της Καινής Διαθήκης:
Πηγή Παλαιάς Διαθήκης Εδάφιο Παλαιάς Διαθήκης Εδάφιο Καινής Διαθήκης
Δευτερονόμιο Λ:43 εὐφράνθητε, οὐρανοί, ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· εὐφράνθητε, ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ Ρωμ 15:10 *
Δευτερονόμιο ΙΗ':15 προφήτην ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀναστήσει σοι Κύριος ὁ Θεός σου, αὐτοῦ ἀκούσεσθε Πραξ 3:22-23
Πραξ 7:37
Δευτερονόμιο ΙΖ:7 ...καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. Κορινθ(1) 5:13
Δευτερονόμιο ΚΕ:4 Οὐ φιμώσεις βοῦν ἁλοῶντα. Κορινθ(1) 9:9
Τιμοθ(1) 5:18
Δευτερονόμιο ΚΑ:22 ...ὅτι κεκατηραμένος ὑπὸ Θεοῦ πᾶς κρεμάμενος ἐπὶ ξύλου Γαλατ 3:13
Ησαΐας ΞΣΤ' 1,2 Ούτως λέγει Κύριος· ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου; πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ πάντα ταῦτα, Πραξ 7:49,50
Ησαΐας ΝΓ' 7,8 καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα. ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Πραξ 8:32,33
Ησαΐας ΝΕ' 3 καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυὶδ τὰ πιστά Πραξ 13:34
Ησαΐας ΜΒ' 4 εἰς φῶς ἐθνῶν Πραξ 13-47
Ησαΐας ΝΒ' 5 δι᾿ ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. Ρωμ 2-24
Ησαΐας ΚΘ' 16 ἢ τὸ ποίημα τῷ ποιήσαντι· οὐ συνετῶς με ἐποίησας Ρωμ 9-20
Ησαΐας Ι' 22,23 καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται· λόγον συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον Κύριος ποιήσει ἐν τῇ οἰκουμένῃ ὅλῃ. Ρωμ 9:27,28 *
Ησαΐας Α' 9 καὶ εἰ μὴ Κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. Ρωμ 9-29 *
Ησαΐας ΞΕ' 1 ...εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. εἶπα· ἰδού εἰμι τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα Ρωμ 10:20
Ησαΐας ΞΕ' 1 ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα Ρωμ 10:21 *
Ησαΐας Μ' 13 τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο, ὃς συμβιβᾷ αὐτόν; Ρωμ 11:34
Κορινθ(1) 2:16
Ησαΐας ΜΕ' 24 ...ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ Θεῷ Ρωμ 14-11
Ησαΐας ΙΑ' 10 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ρίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή Ρωμ 15-12 *
Ησαΐας ΚΘ' 14 ...καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω Κορινθ(1) 1:19
Ησαΐας ΞΔ' 4 ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλὴν σοῦ καὶ τὰ ἔργα σου, ἃ ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον Κορινθ(1) 2:9
Ησαΐας ΚΗ' 11,12 διὰ φαυλισμὸν χειλέων διὰ γλώσσης ἑτέρας, ὅτι λαλήσουσι τῷ λαῷ τούτῳ λέγοντες αὐτῷ· τοῦτο τὸ ἀνάπαυμα τῷ πεινῶντι καὶ τοῦτο τὸ σύντριμμα, καὶ οὐκ ἠθέλησαν ἀκούειν. Κορινθ (1) 14:21
Ησαΐας ΚΒ' 13 ... ὥστε φαγεῖν κρέατα καὶ πιεῖν οἶνον λέγοντες· φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν Κορινθ (1) 15:32
Ησαΐας ΜΘ' 8 οὕτως λέγει Κύριος· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔπλασά σε καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους, Κορινθ (2) 6:2
Ησαΐας ΝΔ' 1 Ευφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ρῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα· Γαλατ 4:27
Ησαΐας Η' 18 ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός Εβρ 2:13
Ησαΐας ΛΕ' 3 ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα Εβρ 12:12
Ησαΐας Μ' 6,7 πᾶσα σάρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε Πετρ (1) 1:24,25
Ησαΐας ΚΒ' 22 καὶ δώσω αὐτῷ τὴν κλεῖδα οἴκου Δαυὶδ ἐπὶ τῷ ὤμῳ αὐτοῦ καὶ ἀνοίξει, καὶ οὐκ ἔσται ὁ ἀποκλείων, καὶ κλείσει καὶ οὐκ ἔσται ὁ ἀνοίγων Αποκαλυψ 3:7
Ησαΐας ΜΘ' 10 οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων, οὐδὲ ὁ ἥλιος, ἀλλ᾿ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς Αποκαλυψ 7:16
Ωσηέ ΙΓ'14 ποῦ ἡ δίκη σου, θάνατε; ποῦ τὸ κέντρον σου, ᾅδη; Κορινθ(1) 15:55 *
Ιερεμίας ΛΗ' 31,32,33 ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶ Κύριος. ὅτι αὕτη ἡ διαθήκη μου, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος· διδοὺς δώσω νόμους εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν Εβρ 8:8-12
Ιερεμίας ΙΖ' 10 ἐγὼ Κύριος ἐτάζων καρδίας καὶ δοκιμάζων νεφροὺς τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτοῦ Αποκαλυψ 2:23
Ψαλμοί Δαυίδ Β' 1 Ίνα τι ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. Πραξ 4:25
Ψαλμοί Δαυίδ Β' 7 Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. Πραξ 13:33
Εβρ 1:5
Εβρ 5:5
Ψαλμοί Δαυίδ Ν' 6 σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ρωμ 3:4
Ψαλμοί Δαυίδ ΛΑ' 1,2 Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνήρ, ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. Ρωμ 4:7,8
Ψαλμοί Δαυίδ ΜΓ' 23 ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ρωμ 8:36
Ψαλμοί Δαυίδ ΙΗ' 5 εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτῶν. Ρωμ 10:18
Ψαλμοί Δαυίδ ΞΗ' 23 γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον. Ρωμ 11:9
Ψαλμοί Δαυίδ ΡΙΣΤ' 1 Αινείτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί, Ρωμ 15:11
Ψαλμοί Δαυίδ ϟΓ' 11 Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων ὅτι εἰσὶ μάταιοι. Κορινθ(1) 3:20
Ψαλμοί Δαυίδ ΡΙΕ' 1 Επίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Κορινθ (2) 4:13
Ψαλμοί Δαυίδ ΡΙΑ' 9 ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος Κορινθ (2) 9:9
Ψαλμοί Δαυίδ Δ' 4 ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· Εφεσ 4:26
Ψαλμοί Δαυίδ ΡΓ' 4 ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Εβρ 1:7
Ψαλμοί Δαυίδ ΜΔ' 7 ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ράβδος εὐθύτητος ἡ ράβδος τῆς βασιλείας σου. Εβρ 1:8
Ψαλμοί Δαυίδ ΡΑ' 26 κατ᾿ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· Εβρ 1:10
Ψαλμοί Δαυίδ ΚΑ' 23 διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Εβρ 2:12
Ψαλμοί Δαυίδ ΡΘ' 4 ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Εβρ 5:6
Εβρ 5:10
Εβρ 7:17
Εβρ 7:21
Ψαλμοί Δαυίδ ΛΘ' 7 θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας. Εβρ 10:5
Εβρ 10:8
Ψαλμοί Δαυίδ ΡΙΖ' 6 Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Εβρ 13:6
Ψαλμοί Δαυίδ ΝΔ' 23 ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει· οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ. Πετρ (1) 5:7
Ψαλμοί Δαυίδ Β' 9 ποιμανεῖς αὐτοὺς ἐν ράβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Αποκαλυψ 2:27
Έξοδος Γ' 5 μή ἐγγίσῃς ὧδε. λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί. Πραξ 7:35
Έξοδος ΚΒ' 28 θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐ κακῶς ἐρεῖς Πραξ 23:5
Έξοδος Θ' 16 καὶ ἕνεκεν τούτου διετηρήθης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν ἰσχύν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. Ρωμ 9:17
Έξοδος ΛΒ' 6 ...καὶ ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν Κορινθ(1) 10:7
Έξοδος ΚΕ' 40 ὅρα, ποιήσεις κατὰ τὸν τύπον τὸν δεδειγμένον σοι ἐν τῷ ὄρει. Εβρ 8:5
Έξοδος ΙΘ' 13 ἐν γὰρ λίθοις λιθοβοληθήσεται ἢ βολίδι κατατοξευθήσεται· ἐάν τε κτῆνος ἐάν τε ἄνθρωπος, οὐ ζήσεται. Εβρ 12:20
Μαλαχίας Α' 2,3 λέγει Κύριος, καὶ ἠγάπησα τόν Ἰακώβ, τὸν δὲ Ἡσαῦ ἐμίσησα Ρωμ 9:13
Γένεσις ΙΒ' 1 Καὶ εἶπε Κύριος τῷ ¨Αβραμ· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω· Πραξ 7:3
Γένεσις ΙΕ' 6 καὶ ἐπίστευσεν ¨Αβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην Ρωμ 4:3
Ρωμ 4:22
Γαλατ 3:6
Γένεσις ΚΑ' 10 καὶ εἶπε τῷ Ἁβραάμ· ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ Γαλατ 4:30
Γένεσις Ε' 24 καὶ εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ καὶ οὐχ εὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός. Εβρ 11:5
Λευϊτικόν ΚΣΤ' 12 καὶ ἐμπεριπατήσω ἐν ὑμῖν· καὶ ἔσομαι ὑμῶν Θεός, καὶ ὑμεῖς ἔσεσθέ μοι λαός Κορινθ (2) 6:16
Λευϊτικόν Κ' 7 καὶ ἔσεσθε ἅγιοι, ὅτι ἅγιος ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν Πετρ (1) 1:16
Αμώς Ε' 25-27 μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι, οἶκος Ἰσραήλ, τεσσαράκοντα ἔτη ἐν τῇ ἐρήμῳ; καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ραιφάν, τοὺς τύπους αὐτῶν, οὓς ἐποιήσατε ἑαυτοῖς. καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, λέγει Κύριος, ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. Πραξ 7:42-43
Αμώς Θ' 11,12 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων καὶ πάντα τὰ ἔθνη, ἐφ᾿ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾿ αὐτούς, λέγει Κύριος ὁ Θεὸς ὁ ποιῶν πάντα ταῦτα Πραξ 15:16,17
Αμβακούμ Α' 5 ἴδετε, οἱ καταφρονηταί, καὶ ἐπιβλέψατε καὶ θαυμάσατε θαυμάσια καὶ ἀφανίσθητε, διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται. Πραξ 13:41
Αμβακούμ Β' 4 ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται Ρωμ 1:17
Γαλατ 3:11
Εβρ 10:37
Βασιλειών (Γ) ΙΘ' 10 τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ρομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. Ρωμ 11:3
Βασιλειών (Γ) ΙΘ' 18 καὶ καταλείψεις ἐν Ἰσραὴλ ἑπτὰ χιλιάδας ἀνδρῶν, πάντα γόνατα, ἃ οὐκ ὤκλασαν γόνυ τῷ Βάαλ, καὶ πᾶν στόμα, ὃ οὐ προσεκύνησεν αὐτῷ. Ρωμ 11:4
Παροιμίαι ΚΕ' 21, 22 ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν, ἐὰν διψᾷ, πότιζε αὐτόν· 22 τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὁ δὲ Κύριος ἀνταποδώσει σοι ἀγαθά Ρωμ 12:20
Παροιμίαι Γ' 11,12 Υἱέ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ᾿ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται Εβρ 12:5,6
Παροιμίαι ΙΑ' 31 εἰ ὁ μὲν δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποὺ φανεῖται; Πετρ(1) 4:18
Παροιμίαι Ι' 12 μῖσος ἐγείρει νεῖκος, πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία. Πετρ(1) 4:8
Παροιμίαι ΚΣΤ' 11 ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς γένηται, οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν Πετρ(2) 2:22
Αγγαίος Β' 6 διότι τάδε λέγει Κύριος παντοκράτωρ· ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ξηράν Εβρ 12:26
Ιεζεκιήλ ΛΖ' 5 τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις· ἰδοὺ ἐγὼ φέρω ἐφ' ὑμᾶς πνεῦμα ζωῆς Αποκαλυψ 11:11