Νεανίσκος τις ὁδοιπορῶν ἐν ἡμέρᾳ καύσωνος ἐντυγχάνει γυναικί τινι γραΐδι, ἥτις καὶ αὐτὴ τὴν αὐτὴν ὁδὸν τῷ νεανίσκῳ συνεπορεύετο. ὁρῶν δὲ αὐτὴν ἐκεῖνος τῷ τε καύσωνι καὶ τῷ τῆς ὁδοιπορίας καμάτῳ δεινῶς ἰλιγγιῶσαν, κατῴκτειρε τῆς ἀσθενείας, καὶ μηκέτι ἐξισχύουσαν ὅλως πορεύεσθαι, ἄρας ταύτην τῆς γῆς ἐπὶ τῶν νώτων αὐτοῦ διεβάσταζε. ταύτην δὲ ἐπιφερόμενος λογισμοῖς τισιν αἰσχροῖς δεινῶς ἐταράτετο, ὑφ’ ὧν καὶ πρὸς οἶστρον ἀκολασίας καὶ σφοδρὸν ἔρωτα ὁ αὐτοῦ ἦρτο ἰθύφαλλος· εὐθὺς δὲ τῇ γῇ καταθεὶς τὴν γραΐδα, ταύτῃ ἀκολάστως συνεγένετο. ἡ δὲ πρὸς αὐτὸν ἁπλοϊκῶς ἔλεγε “τί ἐστιν ὃ ἐπ’ ἐμοὶ εργάζῃ;” ὁ δὲ αὐτῇ ἔφη ὡς “βαρεῖα πέφυκας, καὶ τούτου χάριν ἀπογλύψαι σου τῆς σαρκὸς διανενόημαι.” καὶ ταῦτα εἰπών, καὶ εἰς τέλος αὐτῇ συμφθαρείς, πάλιν τῆς γῆς ταύτην ἐξάρας ἐπὶ τῶν ἑαυτοῦ νώτων ἐπέθετο. καὶ μῆκος ὁδοῦ τινος διελάσαντος αὐτοῦ, ἔφη πρὸς αὐτὸν ἡ γραῦς “εἰ ἔτι βαρεῖά σοι καὶ ἐπαχθὴς πέφυκα, πάλιν με καταγαγὼν πλέον ἐξ ἐμοῦ ἀπόγλυψον.”
Οὗτος δηλοῖ ὡς τῶν ἀνθρώπων τινές, τὴν ἰδίαν πληροῦντες ἐπιθυμίαν, προφασίζονται ὡς ἐξ ἀγνοίας τὸ γεγονὸς διεπράξαντο, δόξαντες δῆθεν μὴ ἐκεῖνο, ἀλλ’ ἕτερόν τι τῶν δεόντων μᾶλλον πεποιηκέναι.
From Ben Perry’s Aesopica (Urbana IL: 1952), no 410.